
Comprehension Questions
Comprehension questions in Greek are a great tool for teachers and readers to be able to interact with a text in meaningful ways without resorting to a another language (English, etc.).
Potential Uses
for teachers
Sets of comp questions can be used as an effective method of classroom learning either in person or online.
for students
Reading and answering comp questions on a particular passage is a great way for an individual to check their own comprehension of a passage in Greek.
for reading groups
A custom set of comp questions on a passage can serve as a curriculum for a reading group to follow even when there is no group leader.
Example #1
sentence-level questions on a few verses
Matthew 2:13-15
(text from SBLGNT)
13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
14 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Ἐρωτήματα
-
τίς φαίνεται τῷ Ἰωσήφ;
-
τί ποιεῖ ὁ ἄγγελος;
-
τίνα δεῖ παραλαβεῖν τὸ παιδίον;
-
ποῦ δεῖ φεύγειν;
-
τί μέλλει ποιεῖν Ἡρῴδης;
-
τίς μέλλει ζητεῖν τὸ παιδίον;
-
τίς παρέλαβεν τὸ παιδίον;
-
πότε ἀνεχώρησεν εἰς Αἴγυπτον;
-
τίς ἦν ἐν Αἰγύπτῳ;
-
ἕως πότε ἔμεινεν ἐκεῖ;
-
τίς εἶπεν τὸν λόγον διὰ τοῦ προφήτου;
-
διὰ τί δεῖ τὸν Ἰωσὴφ φεύγειν εἰς Αἴγυπτον;
-
πῶς ὁ ἄγγελος φαίνεται τῷ Ἰωσήφ;
-
διὰ τί Ἡρῴδης ζητεῖ τὸ παιδίον;
-
πῶς Ἰωσὴφ ὑπακούει τῷ ἀγγέλῳ;
-
διὰ τίνος ὁ Κύριος εἶπεν τὸν λόγον;
Ἀποκρίσεις
-
ἄγγελος Κυρίου
-
φαίνεται κατ' ὄναρ καὶ λέγει
-
Ἰωσήφ
-
εἰς Αἴγυπτον
-
ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό
-
Ἡρῴδης
-
Ἰωσήφ
-
νυκτός
-
Ἰωσὴφ μετὰ τοῦ παιδίου καὶ τῆς μητρός
-
ἕως τῆς τελευτῆς Ἡρῴδου
-
ὁ Κύριος
-
ὅτι Ἡρῴδης μέλλει ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό
-
κατ' ὄναρ
-
τοῦ ἀπολέσαι αὐτό
-
εὐθὺς ἐγείρεται καὶ παραλαμβάνει αὐτοὺς νυκτός
-
διὰ τοῦ προφήτου
Example #2
higher-level questions on a section
John Chapter 9
Ἐρωτήματα
-
Τίς ἦν τυφλὸς ἐκ γενετῆς;
-
Τί ἐποίησεν ὁ Ἰησοῦς ἐκ τοῦ πτύσματος;
-
Ποῦ ἀπῆλθεν ὁ τυφλὸς νίψασθαι;
-
Ποία ἡμέρα ἦν ὅτε ὁ Ἰησοῦς ἐποίησεν τὸν πηλόν;
-
Τίνες ἐκάλεσαν τοὺς γονεῖς τοῦ ἀνθρώπου;
-
Διὰ τί ἐφοβοῦντο οἱ γονεῖς;
-
Τί εἶπεν ὁ ἄνθρωπος περὶ τοῦ Ἰησοῦ τοῖς Φαρισαίοις;
-
Τί ἐποίησαν οἱ Φαρισαῖοι τῷ ἀνθρώπῳ;
-
Τίνα ἐζήτησεν ὁ Ἰησοῦς μετὰ ταῦτα;
-
Εἰς τί ἦλθεν ὁ Ἰησοῦς εἰς τὸν κόσμον;
-
Τί ἠρώτησαν οἱ μαθηταὶ περὶ τοῦ τυφλοῦ;
-
Πότε δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος;
-
Τί ἔλεγον οἱ γείτονες περὶ τοῦ ἀνθρώπου;
-
Τί ἀπεκρίθη ὁ ἄνθρωπος ὅτε ὁ Ἰησοῦς εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
-
Τί εἶπεν ὁ Ἰησοῦς περὶ τῆς ἁμαρτίας τῶν Φαρισαίων;
Ἀποκρίσεις
-
ἄνθρωπος / ἀνήρ
-
πηλόν
-
εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ
-
σάββατον
-
οἱ Ἰουδαῖοι / οἱ Φαρισαῖοι
-
ὅτι ἀποσυνάγωγοι γενήσονται
-
προφήτης ἐστίν
-
ἐξέβαλον αὐτὸν ἔξω
-
τὸν ἄνθρωπον ὃν ἐθεράπευσεν
-
εἰς κρίμα - ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
-
Τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
-
ἡμέρα ἐστίν
-
Οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη
-
Πιστεύω, κύριε
-
Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει
Get a Quote
If you want to order comprehension questions different from what is listed in the store, fill out this form and I will get back with you quickly.